Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 7.39 Dem. 7.42 (English) >>Dem. 7.46

7.41ταύτην μέντοι τὴν χώραν, τοσαύτην οὖσαν ὅσην οἱ πολλοὶ ὑμῶν ἴσασιν, ὡς ἑαυτοῦ οὖσαν τὴν μὲν αὐτὸς καρποῦται, τὴν δʼ ἄλλοις δωρειὰν δέδωκε, καὶ ἅπαντα τὰ κτήματα τὰ ὑμέτερα ὑφʼ αὑτῷ ποιεῖται. καὶ οὐ μόνον τὴν ἔξω Ἀγορᾶς χώραν σφετερίζεται, ἀλλὰ καὶ πρὸς Καρδιανούς, οἳ οἰκοῦσιν εἴσω Ἀγορᾶς, ἐπιστέλλει ἐν τῇ νῦν ἐπιστολῇ ὡς δεῖ ὑμᾶς διαδικάζεσθαιπρὸς Καρδιανοὺς τοὺς κατοικοῦντας ἐν τῇ ὑμετέρᾳεἴ τι πρὸς αὐτοὺς διαφέρεσθε. 7.42διαφέρονται δὲ πρὸς ὑμᾶς, σκέψασθε εἰ περὶ μικροῦ. ἑαυτῶν φασι τὴν χώραν οὖσαν οἰκεῖν καὶ οὐχ ὑμετέραν, καὶ τὰ μὲν ὑμέτερα εἶναι ἐγκτήματα ὡς ἐν ἀλλοτρίᾳ, τὰ δὲ ἑαυτῶν κτήμαθʼ ὡς ἐν οἰκείᾳ, καὶ ταῦθʼ ὑμέτερον πολίτην γράψαι ἐν ψηφίσματι, Κάλλιππον Παιανιέα. 7.43καὶ τοῦτό γʼ ἀληθῆ λέγουσιν· ἔγραψε γάρ, καὶ ἐμοῦ γʼ αὐτὸν γραψαμένου παρανόμων γραφὴν ὑμεῖς ἀπεψηφίσασθε· τοιγάρτοι ἀμφισβητήσιμον ὑμῖν τὴν χώραν κατεσκεύακεν. ὁπότε δὲ περὶ τούτου τολμήσετε πρὸς Καρδιανοὺς διαδικάζεσθαι, εἴθʼ ὑμετέρα ἐστὶν εἴτʼ ἐκείνων χώρα, διὰ τί οὐ καὶ πρὸς τοὺς ἄλλους Χερρονησίτας τὸ αὐτὸ δίκαιον ἔσται; 7.44καὶ οὕτως ὑβριστικῶς ὑμῖν κέχρηται ὥστε φήσιν, ἂν μὴ θέλωσι διαδικάζεσθαι οἱ Καρδιανοί, αὐτὸς ἀναγκάσειν, ὡς ὑμῶν γʼ οὐκ ἂν δυναμένων οὐδὲν ἀναγκάσαι Καρδιανοὺς ὑμῖν ποιῆσαι· ἐπειδὴ δʼ ὑμεῖς οὐ δύνασθε, αὐτός φησι τοῦτʼ ἀναγκάσειν αὐτοὺς ποιῆσαι. ἆρʼ οὐ μεγάλα φαίνεται ὑμᾶς εὐεργετῶν;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 7.39 Dem. 7.42 (English) >>Dem. 7.46

Powered by PhiloLogic